Add parallel Print Page Options

25 ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; [a]εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν [b]ὅ τι καὶ λαλῶ ὑμῖν; 26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ’ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ ταῦτα [c]λαλῶ εἰς τὸν κόσμον. 27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. 28 εἶπεν [d]οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ [e]πατὴρ ταῦτα λαλῶ. 29 καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με [f]μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. 30 ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 33 ἀπεκρίθησαν [g]πρὸς αὐτόν· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;

34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας· 35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· [h]ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. 36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:25 εἶπεν WH Treg NIV ] Καὶ εἶπεν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:25 ὅ τι Treg NIV RP ] ὅτι WH
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:26 λαλῶ WH Treg NIV ] λὲγω RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:28 οὖν WH Treg NIV ] + αὐτοῖς RP NA
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:28 πατὴρ WH Treg NIV ] + μου RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:29 μόνον WH Treg NIV ] ὁ πατήρ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:33 πρὸς αὐτόν WH Treg NIV ] αὐτῷ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:35 WH Treg RP NA ] + δὲ NIV